καὶ ἀρίθμησον τοὺς ἀστέρας, ἐὰν δυνηθῇς ἐξαριθμῆσαι αὐτούς. οὕτως ἔσται τὸ σπέρμα σου“ (Gen. 15, 5). παγκάλως εἶπεν „οὕτως ἔσται“, ἀλλ’ οὐ τοσοῦτον, τοῖς ἄστροις ἰσάριθμον. οὐ γὰρ τὸ πλῆθος αὐτὸ μόνον, ἀλλὰ καὶ μυρία ἄλλα τῶν εἰς εὐδαιμονίαν ὁλόκληρον καὶ παντελῆ βούλεται παρεμφῆναι.
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.