(Exod. 30, 12. 13), ἣν ὁ μόνος ἀψευδῶς ἐλεύθερος καὶ ἐλευθεροποιὸς θεὸς ὠμῆς καὶ πικρᾶς παθῶν καὶ ἀδικημάτων δεσποτείας ἱκετευθείς, ἔστι δ’ ὅτε καὶ χωρὶς ἱκεσίας, ἀνὰ κράτος ἐκλύει, τὸ δ’ ἕτερον μέρος τῷ ἀνελευθέρῳ καὶ δουλοπρεπεῖ γένει καταλίπωμεν, οὗ κεκοινώνηκεν ὁ λέγων· „ἠγάπηκα τὸν κύριόν μου,“ τὸν ἡγεμόνα ἐν ἐμοὶ
νοῦν, „καὶ τὴν γυναῖκά μου,“ τὴν φίλην καὶ οἰκουρὸν παθῶν αἴσθησιν, „καὶ τὰ παιδία,“ τὰ κακὰ τούτων ἔγγονα, „οὐκ ἄπειμι ἐλεύθερος" (Exod. 21, 5).
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.