„λάβε μοι“ φησί „δάμαλιν“ ἄζυγα καὶ ἀκάκωτον, ἁπαλὴν ἔτι καὶ νέαν καὶ σφριγῶσαν, ἡνιόχησιν καὶ παιδείαν καὶ ἐπιστασίαν εὐμαρῶς δέξασθαι δυναμένην ψυχήν· „λάβε μοι κριόν,“ λόγον ἀγωνιστὴν καὶ τέλειον, ἱκανὸν μὲν τὰ σοφίσματα τῶν ἀντιδοξούντων ἀνατεμεῖν τε καὶ λῦσαι, ἱκανὸν δὲ καὶ ἀσφάλειαν ὁμοῦ καὶ εὐκοσμίαν τῷ χρωμένῳ περιποιῆσαι·
Quis Rerum Divinarum Heres Sit. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.