ὁ θεός, καὶ τὸ εἶναι καλῷ καὶ ἀγαθῷ καὶ τὸ δοκεῖν εἶναι, οὗτος πρὸς ἀλήθειαν εὐδαίμων καὶ τῷ ὄντι μεγαλώνυμος. προνοητέον δ’ ὡς μεγάλου πράγματος καὶ πολλὰ τὸν μετὰ σώματος βίον ὠφελοῦντος εὐφημίας. περιγίνεται δ’ αὕτη σχεδὸν ἅπασιν, ὅσοι χαίροντες σὺν ἀσμενισμῷ μηδὲν κινοῦσι τῶν καθεστηκότων νομίμων, ἀλλὰ τὴν πάτριον πολιτείαν οὐκ
ἀμελῶς φυλάττουσιν.
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.