„ὁ θεὸς τῷ Βαλαὰμ καταράσασθαί σοι, ἀλλ’ ἔστρεψε τὰς κατάρας εἰς εὐλογίαν“ (Deut. 23, 5), καίτοι πάντων ὅσα εἶπε πολλῆς γεμόντων εὐφημίας. ἀλλ’ ὁ τῶν ἐν ψυχῇ ταμιευομένων ἐπίσκοπος ἰδών, ᾧ κατιδεῖν ἔξεστι μόνῳ, τὰ ἀθέατα γενέσει, τὴν καταδικάζουσαν ἀπὸ τούτων ψῆφον ἤνεγκε, μάρτυς ἀψευδέστατος ὁμοῦ καὶ κριτὴς ἀδέκαστος ὁ αὐτὸς ὤν·
ἐπεὶ καὶ τοὐναντίον ἐπαινετὸν βλασφημεῖν καὶ κατηγορεῖν δοκοῦντα τῇ
De Migratione Abrahami. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.