τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν αὐτῶν οὐδὲ εἷς" (Num. 31, 49), ἀλλ’ ὥσπερ τὰ μουσικῆς ὄργανα ἄκρως ἡρμοσμένα πᾶσι τοῖς φθόγγοις, οὕτως ἡμεῖς πάσαις ταῖς ὑφηγήσεσι συνηχήσαμεν, ἐκμελὲς ἢ ἀπῳδὸν οὐδὲν οὔτε ῥῆμα εἰπόντες οὔτ’ ἔργον διαπραξάμενοι, ὡς τὸν ἕτερον τῶν ἀμούσων χορὸν πάντα ἄφωνον καὶ νεκρὸν ἀποδεῖξαι γελασθέντα τὴν τῶν
σωματικῶν τροφὴν Μαδιὰμ καὶ τὸν ἔκγονον αὐτῆς δερμάτινον ὄγκον Βεελφεγὼρ ὄνομα ὑπνοῦντα (Num. 25,3).
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.