τε καὶ κεχωρηκέναι, κατακλαίει (Exod. 2,6) μὲν τὴν ἔνδεσιν ἀσωμάτου φύσεως πιεσθεὶς ἔρωτι, κατακλαίει δὲ καὶ τὸν πλάνητα καὶ τετυφωμένον τῶν πολλῶν ἄθλιον νοῦν, ὃς ψευδοῦς δόξης ἐκκρεμασθεὶς ᾠήθη τι παρ’ ἑαυτῷ βέβαιον καὶ ἀσφαλὲς ἢ συνόλως παρά τινι τῶν γενομένων ἄτρεπτον ἱδρῦσθαι, τοῦ παγίως καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος
ἐστηλιτευμένου παρὰ μόνῳ τῷ θεῷ.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.