ἐπαλλήλῳ τοῦ βίου κατακλυσμῷ, μήπω δυνάμενος δίχα αἰσθήσεως ψυχῇ μόνῃ τὰ ὄντα ὄντως ὁρᾶν, „τὴν κιβωτόν„, λέγω δὲ τὸ σῶμα, „ἔνδοθέν τε καὶ ἔξωθεν ἀσφάλτῳ„ καταχρίσει (Gen. 6,14) βεβαιούμενος τὰς δι’ αὐτοῦ φαντασίας καὶ ἐνεργείας· λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τῆς φορᾶς ἐπισχούσης ἐξελεύσεται χρησάμενος ἀσωμάτῳ διανοίᾳ πρὸς τὴν ἀληθείας
ἀντίληψιν.
De Confusione Linguarum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.