τὸν σπουδαῖον ἔγραψεν εὐχεσθαί τινι τῶν ἑαυτοῦ γνωρίμων λέγοντα „πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22), ἵνα ἐπὶ τὴν αὐτοῦ γνώμην ἐπανελθών, p. 403 M. τὸ καλὸν ὡς ἀγαθὸν μόνον δεξιωσάμενος, τὰς τῶν ἑπροδόξων παραδράμῃ περὶ τἀγαθοῦ φήμας. ἐν οὖν τοῖς οἴκοις τῆς ψυχῆς τοῦ λέγοντος μόνον εἶναι τὸ καλὸν ἀγαθὸν κατοικησάτω, παροικήσας ἐν τοῖς
τῶν ἑτέρων, οἷς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς τετίμηται.
De Sobrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.