ἐπειδὴ δι’ ἀμφοτέρων παντελὴς ἡ κτῆσις τἀγαθοῦ περιγίνεται· διδαχθεὶς γὰρ φυλάσσειν νόμους πατρὸς καὶ μὴ ἀπωθεῖσθαι θεσμοὺς μητρὸς θαρρήσεις ἐπισεμνυνόμενος εἰπεῖν· „υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός“ (Prov. 4, 3). 21 ἀλλ’ οὐκ ἔμελλες, εἴποιμ’ ἂν αὐτῷ, στέργεσθαι φυλάττων μὲν τὰ παρὰ γενητοῖς
καθεστῶτα νόμιμα διὰ πόθον κοινωνίας, φυλάττων δὲ καὶ τοὺς τοῦ ἀγενήτου θεσμοὺς δι’ εὐσεβείας ἔρωτα καὶ ζῆλον;
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.