τί οὖν οὐχὶ καὶ τοῦτον σοφιστὴν ὄντα καὶ μιαρὸν ἀμυνούμεθα τὸν ἁρμόττοντα αὐτῷ καταψηφισάμενοι θάνατον, ἡσυχίαν—λόγου γὰρ ἡσυχία θάνατος —, ἵνα μηκέτ’ ἐνσοφιστεύοντος ὁ νοῦς μεθέλκηται, δύνηται δ’ ἀπηλλαγμένος πάντως τῶν κατὰ τὸ „ἀδελφὸν“ σῶμα ἡδονῶν, τῶν κατὰ τὰς „πλησίον“ καὶ ἀγχιθύρους αἰσθήσεις γοητειῶν, τῶν κατὰ τὸν „ἔγγιστα“
λόγον σοφιστειῶν ἐλεύθερος καὶ ἄφετος ἐαθεὶς καθαρῶς τοῖς νοητοῖς ἅπασιν ἐπιβάλλειν;
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.