οὗτος γὰρ ψυχῆς ἐστιν ὁμοῦ καὶ οἰκεῖος καὶ δυσμενής, δελέατα καὶ παγίδας ἐπ’ αὐτῇ τιθείς, ἵνα τοῖς ἐπιρρέουσιν αἰσθητοῖς κατακλυζομένη 1 μηδέποτε πρὸς οὐρανὸν ἀνακύψῃ μηδὲ τὰς νοητὰς καὶ θεοειδεῖς φύσεις ἀσπάσηται. ἀποκτενοῦμεν καὶ „τὸν ἔγγιστα“· ὁ δ’ ἐγγυτάτω διανοίας ὁ κατὰ προφοράν ἐστι λόγος, εὐλόγοις καὶ εἰκόσι καὶ πιθανότησι δόξας ψευδεῖς ἐντιθεὶς ἐπ’ ὀλέθρῳ τοῦ κρατίστου κτήματος, ἀληθείας.
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.