παραύξησιν ἀπὸ τῆς πρώτης ἀπειθείας λαβοῦσα· ἀρξαμένη γὰρ ἀφηνιάζειν ἡ ψυχὴ καὶ προελθοῦσα διὰ ἔριδος καὶ φιλονεικίας ἐπὶ ὕστατον ὅρον ἔρχεται, μέθην, τὴν ἐκστάσεως καὶ παραφροσύνης αἰτίαν. ἑκάστης δὲ τῶν κατηγοριῶν τὴν δύναμιν ἰδεῖν ἀναγκαῖον τὴν ἀρχὴν ἀπὸ τῆς πρώτης λαβόντας.
De Ebrietate. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.