τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ· ὦ οὗτος, τετμήσῃ, κεκαύσῃ, ἀκρωτηριασθήσῃ, κἂν εἰ μέλλοι ταῦτ’ ἐξ ἀνάγκης ὑπομένειν; οὐδεὶς ἐρεῖ. προαναπεσὼν γὰρ τὴν γνώμην ἐκεῖνος καὶ νόσον ἑτέραν τῆς ψυχῆς ἀργαλεωτέραν τῆς προϋπούσης τοῦ σώματος προσλαβὼν ἀπερεῖ πρὸς τὴν θεραπείαν ἄσμενος, p. 283 M. ἐκ δὲ τοῦ τὰ ἐναντία ἀπάτῃ τοῦ
θεραπεύοντος προσδοκῆσαι τλητικῶς πάνθ’ ὑποστήσεται, κἂν ἀλγεινότατα ᾖ τὰ σῴζοντα.
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.