ἀπροαιρέτους καὶ ἀκουσίους ἔλαβον —, μόνη δὲ ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ τὴν ἑκούσιον κίνησιν καὶ κατὰ τοῦτο μάλιστα ὁμοιωθεῖσα αὐτῷ, χαλεπῆς καὶ ἀργαλεωτάτης δεσποίνης, τῆς ἀνάγκης, ὡς οἷόν τε ἦν ἐλευθερωθεῖσα p. 280 M. κατηγορίας ἂν δεόντως τυγχάνοι, ὅτι τὸν ἐλευθερώσαντα οὐ περιέπει· τοιγάρτοι τὴν κατ’ ἀπελευθέρων ἀχαρίστων
ἀπαραίτητον δίκην ὀρθότατα τίσει.
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.