καὶ τὰ τῆς ἀνάγκης ἀνεὶς δεσμὰ ἄφετον εἴασε, δωρησάμενος αὐτῇ τοῦ πρεπωδεστάτου καὶ οἰκείου κτήματος αὐτῷ, τοῦ ἑκουσίου, μοῖραν, ἣν ἠδύνατο δέξασθαι· τὰ μὲν γὰρ ἄλλα ζῷα, ὧν ἐν ταῖς ψυχαῖς τὸ ἐξαιρούμενον εἰς ἐλευθερίαν νοῦς οὐκ ἔστι, καταζευχθέντα καὶ ἐγχαλινωθέντα πρὸς ὑπηρεσίαν ἀνθρώποις παραδέδοται ὥσπερ οἰκέται δεσπόταις,
ὁ δὲ ἄνθρωπος ἐθελουργοῦ καὶ αὐτοκελεύστου γνώμης λαχὼν καὶ 1 2 προαιρετικαῖς χρώμενος τὰ πολλὰ ταῖς ἐνεργείαις εἰκότως ψόγον μὲν ἔσχεν ἐφ’ οἷς ἐκ προνοίας ἀδικεῖ, ἔπαινον δὲ ἐφ’ οἷς ἑκὼν κατορθοῖ.
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.