ἀρχιδεσμοφύλαξιν εὐαρεστήσεις ἀνὰ κράτος ἀπόθου, τῶν δὲ παρὰ τῷ αἰτίῳ διαφερόντως μετὰ σπουδῆς τῆς ἁπάσης ἐφίεσο. ἐὰν δ’ ἄρα ἀδυνατῇς — ὑπερβάλλον γὰρ τὸ τοῦ ἀξιώματος μέγεθος —, ἴθι ἀμεταστρεπτὶ πρὸς τὰς δυνάμεις αὐτοῦ καὶ τούτων ἱκέτις γενοῦ, μέχρις ἂν ἀποδεξάμεναι τὸ συνεχὲς καὶ γνήσιον τῆς θεραπείας ἐν τῇ τῶν εὐαρεστησάντων
αὐταῖς κατατάξωσι χώρᾳ, καθάπερ καὶ τὸν Νῶε, οὗ τῶν ἐγγόνων θαυμαστότατον καὶ καινότατον πεποίηται τὸν κατάλογον·
Quod Deus Sit Immutabilis. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.