βλαστάνειν σύμβολον. ὡς γὰρ εἰς ποταμοῦ ῥεῦμα ἢ θαλάττης καταβληθὲν σπέρμα τὰς ἰδίους οὐκ ἂν ἐπιδείξαιτο δυνάμεις — ἀμήχανον γάρ, εἰ μὴ ῥίζαις ὥσπερ ἀγκύραις ἐχυροῦ τινος γῆς μέρους ἅπαξ λαβόμενον ἱδρυθείη, ἢ ἔρνος ἀναβλαστῆσαι, καὶ εἰ μὴ περιμηκέστατον, ἀλλά τοι χαμαίζηλον, ἢ καρποὺς καθ’ ὥρας τὰς ἐτησίους ἐνεγκεῖν·
φθάνει γὰρ τοὺς σπερματικοὺς ἅπαντας τόνους ἡ τοῦ ὕδατος πολλὴ καὶ βίαιος ἀποκλύσασα φορά —, τὸν αὐτὸν τρόπον ὅσα τοῦ τῆς ψυχῆς ἀγγείου λέγεταί τε καὶ ᾄδεται πλεονεκτήματα πρὶν ὑποστῆναι φθείρεται τῆς σωματικῆς οὐσίας αἰεὶ ῥεούσης.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.