τῶν θεωρημάτων ἀνάληψιν — ἐκ γὰρ τοῦ πολλὰ μὲν ἰδεῖν, πολλῶν δὲ ἐπακοῦσαι περιγίνεται τοῖς φιλομαθέσιν ἡ ἐξ ἐπιστήμης ὠφέλεια —, τῇ δὲ ἀκράτου σοφίας πεπληρωμένῃ δερματίνου μὲν ὄγκου τὸ παράπαν οὐδενός — ἔμαθε γὰρ ἡ ἀσωμάτων ἐρῶσα ὅλον ἀποδύεσθαι λογισμῷ τὸν ἀσκόν, τὸ σῶμα — ὑδρίας δὲ αὐτὸ μόνον, ἣ σύμβολόν ἐστιν ἀγγείου τὸ πολύχουν
ὕδατος τρόπον ἡγεμονικὸν κεχωρηκότος· ὅπερ εἴτε μήνιγγα εἴτε καρδίαν εἶναι συντέτευχεν, οἱ περὶ ταῦτα δεινοὶ φιλοσοφείτωσαν.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.