διάνοιαν εἰκός ἐστι πληροῦσθαι πλὴν ἀπὸ σοφίας θεοῦ, τῆς ἀνελλιποῦς πηγῆς, εἰς ἣν κατιοῦσα ἀναβαίνει κατά τι συγγενὲς σπουδαίου μαθητοῦ; τοὺς γὰρ ἀπ’ οἰήσεως χαύνου κατελθόντας ὁ ἀρετῆς ἐκδεξάμενος καὶ ὑπολαβὼν δι’ εὐκλείας εἰς ὕψος αἴρει λόγος. οὗ ἕνεκά μοι δοκεῖ καὶ Μωυσῇ διαλέγεσθαι· „βάδιζε, κατάβηθι, καὶ ἀνάβηθι“ (Exod. 1 2 19,24), ὡς παντὸς τοῦ τὴν ἴδιον p. 152 M. ταπεινότητα μετροῦντος ἐπικυδεστέρου παρὰ τοῖς ἀληθείας κριταῖς γινομένου.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.