τιμωρὸς ἀσεβῶν ἐκδέξεται δίκη. Μωυσῆς δὲ τοῖς γνωρίμοις αὑτοῦ παράγγελμα κάλλιστον ὑποθήσεται, „ἀγαπᾶν τὸν θεὸν καὶ εἰσακούειν καὶ ἔχεσθαι αὐτοῦ" (Deut. 30, 20)· ταύτην γὰρ εἶναι ζωὴν τὴν πρὸς ἀλήθειαν εὐήμερόν τε καὶ μακραίωνα. πάνυ δ’ ἐμφαντικῶς ἐπὶ τὴν τοῦ τριποθήτου καὶ ἀξιεράστου καλεῖ τιμὴν εἰπὼν ἔχεσθαι αὐτοῦ, τὸ συνεχὲς
καὶ ἐπάλληλον καὶ ἀδιάστατον τῆς κατ’ οἰκείωσιν ἁρμονίας καὶ ἑνώσεως παριστάς. ἃ μὲν δὴ τοῖς ἄλλοις παραινεῖ, ταῦτά ἐστι καὶ τοιαῦτα.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.