τρεπόμενος ἄλλοτε ἀλλοῖα λαμβάνει σχήματα; καὶ γὰρ αἱ τῶν πραγμάτων ἰδιότητες τυποῦσιν αὐτὸν κατὰ τοὺς ἰδίους χαρακτῆρας· μεγάλα γὰρ καὶ μικρὰ ἢ πολλὰ καὶ ὀλίγα ἢ ἰδιωτικὰ καὶ δημόσια ἢ ἱερὰ καὶ βέβηλα ἢ ἀρχαῖα καὶ νέα οὐ τὸν αὐτὸν ἂν ἑρμηνεύσαι τρόπον, ἀλλὰ τὸν ἑκάστοις ἐφαρμόζοντα τῷ πλήθει καὶ ἀξιώματι καὶ μεγέθει, τοτὲ μὲν ὑψηλὸν
αἴρων ἑαυτόν, τοτὲ δ’ ἔμπαλιν συνάγων τε καὶ συστέλλων.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.