ὁμοίως γονεῦσι καὶ τέκνοις διαλεχθείη, τῶν μὲν φύσει δοῦλος, τῶν δὲ γένει δεσπότης ὤν; τίς δ’ ἂν ἀδελφοῖς καὶ ἀνεψιοῖς ἢ συνόλως τοῖς ἐγγὺς γένους καὶ μακρὰν οὖσιν; τίς δ’ ἂν οἰκείοις καὶ ἀλλοτρίοις, ἢ 1 πολίταις καὶ ξένοις, οὐ μικρὰς οὐδὲ * * * τύχης ἢ φύσεως ἢ ἡλικίας ἔχουσι διαφοράς; πρεσβύτῃ γὰρ ἑτέρως ὁμιλητέον καὶ νέῳ, καὶ πάλιν ἐνδόξῳ καὶ ταπεινῷ, καὶ πλουσίῳ καὶ πένητι, καὶ ἄρχοντι καὶ ἰδιώτῃ, καὶ θεράποντι καὶ δεσπότῃ, γυναικί τε αὖ καὶ ἀνδρί, καὶ ἀτέχνῳ καὶ τεχνίτῃ.
De Posteritate Caini. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.