δεδήλωκε, τῆς μὲν ἑρμηνείας διὰ συγγενικοῦ ὀργάνου, τοῦ φωνητηρίου δήπου, συνισταμένης, τῆς δὲ φυλακῆς περὶ τὸν νοῦν ἐξεταζομένης, ὃς μέγα ταμεῖον ὑπὸ φύσεως δημιουργηθεὶς τὰς ἁπάντων καὶ σωμάτων καὶ πραγμάτων ἐννοίας εὐμαρῶς κεχώρηκεν. ἐλυσιτέλει δὴ καὶ τῷ φιλαύτῳ Κάιν φυλάξαι τὸν Ἄβελ· εἰ γὰρ διετήρησεν αὐτόν, κεκριμένου
καὶ μέσου βίου μετεποιήσατ’ ἄν, ἀλλ’ οὐκ ἀμιγοῦς καὶ ἀκράτου κακίας ἐνεφορήθη.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.