ἀναιρεθήσεται, ἀλλὰ ῥᾳδιουργοὶ μὲν ἀδελφὰς καὶ συγγενεῖς κακίας ἐζηλωκότες φρουροὶ καὶ φύλακες αὐτοῦ γενήσονται, φρόνησιν δ’ ὅσοι καὶ ἄλλην ἀρετὴν ἐξεπόνησαν ὡς ἄσπονδον ἐχθρόν, ἢν δύνωνται, καθελοῦσι· πάντα γάρ, ὡς ἔπος εἰπεῖν, καὶ σώματα καὶ p. 223 M. πράγματα πρὸς μὲν οἰκείων καὶ φίλων σῴζεται, πρὸς ἀλλοτρίων δὲ καὶ δυσμενῶν
διαφθείρεται.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.