πλοῦν τῇ νηὶ διαμαρτάνεσθαι; τί δ’, εἰ τέθριππον ἡνίοχος ἐν ἱπποδρομίας ἀγῶνι, οὐκ ἀναγκαῖον ἄτακτον καὶ πλημμελῆ τὸν δρόμον γίνεσθαι τῷ τεθρίππῳ; τί δ’, ὅταν ἀπολειφθῇ πόλις πρὸς ἀρχόντων ἢ νόμων — ἐν ἄρχουσι δὲ γράφονται δήπου καὶ νόμοι —, οὐκ ἀναρχίᾳ καὶ ἀνομίᾳ, κακοῖς μεγίστοις, ἡ πόλις ἐκείνη διαφθείρεται; καὶ μὴν σῶμα μὲν
ἀπουσίᾳ ψυχῆς, ψυχὴ δὲ ἀπουσίᾳ λογισμοῦ, λογισμὸς δὲ ἐνδείᾳ ἀρετῆς πέφυκε παραπόλλυσθαι.
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.