εἶτ’ ἐκεῖνος ἀναστὰς ἃ ἤκουσε διηγεῖται, ἀπερραμμένου τὸ στόμα τοῦ διδάξαντος ὁ ἐξ ὑπογυίου μαθητὴς ἀναφανείς, καὶ ἀλλοτρίας εὑρέσεις ἐπιδείκνυται, οὐδ’ ἀκροατοῦ τάξιν ἢ θεατοῦ τὸν ἐπινενοηκότα λαχεῖν ἀξιώσας. οὕτως οὐδὲ ὠφεληθῆναί τινες πρὸς ἀδίκων ἀξιοῦσιν, ἀλλὰ τῆς γενησομένης ὠφελείας μεῖζον τὸ ἐκ τῆς παρακολουθούσης βλαβερὸν
Quod Deterius Potiori Insidiari Soleat. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.