δ’ ἐστὶν ἅ φησι „δῶρα καὶ δόματα καὶ καρπώματα, ἃ διατηροῦντες 1 2 προσοίσετε ἐν ταῖς ἐμαῖς ἑορταῖς ἐμοί“ (Num. 28, 2), πάνυ ἐκδήλως παριστὰς ὅτι τῶν ὄντων τὰ μὲν χάριτος μέσης ἠξίωται, ἣ καλεῖται δόσις, τὰ δὲ ἀμείνονος, ἧς ὄνομα οἰκεῖον δωρεά, τὰ δὲ τοιαῦτα γέγονεν, ὡς μὴ μόνον δύνασθαι καρποφορεῖν ἀρετάς, ἀλλὰ καὶ δι’ ὅλων ἤδη πεφυκέναι
καρπὸς ἐδώδιμος, ᾧ μόνῳ ψυχὴ τοῦ φιλοθεάμονος τρέφεται.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.