τοὺς φύντας ἐκ γῆς ἀρχόμενος δηλοῦν τὸν γεννηθέντα πρῶτον ἐξ ἀνθρώπων, περὶ οὗ τὸ παράπαν οὐδὲν εἴρηκεν, ὡς ἤδη πολλάκις τοὔνομα αὐτοῦ προειπὼν ἀλλὰ μὴ νῦν αὐτὸ κατατάττων εἰς τὴν ἐν λόγῳ χρῆσιν, φησὶν ὅτι ἔτεκε τὸν Κάιν. ποῖον, ὦ τεχνῖτα; περὶ οὗ τί μικρὸν ἢ μέγα πάλαι δεδήλωκας;
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.