1 καὶ ἄτρεπτον θεὸν ἀθανάτων καὶ παρθένων ἀρετῶν σπείρειν ἰδέας μηδέποτε εἰς γυναικὸς μεταβαλλούσῃ σχῆμα παρθενίᾳ πρεπῶδες. τί οὖν, ὦ ψυχή, δέον ἐν οἴκῳ θεοῦ παρθενεύεσθαι καὶ ἐπιστήμης περιέχεσθαι, τούτων μὲν ἀποστατεῖς, αἴσθησιν δὲ ἀσπάζῃ τὴν ἐκθηλύνουσάν σε καὶ
μιαίνουσαν; τοιγάρτοι γέννημα πάμφυρτον καὶ πανώλεθρον ἀποτέξῃ τὸν ἀδελφοκτόνον καὶ ἐπάρατον Κάιν, κτῆσιν οὐ κτητήν· λέγεται γὰρ ὁ Κάιν κτῆσις.
De Cherubim. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.