αἰπόλος βουκόλος, ἄνθρωποι μηδὲ τοῖς σώμασιν ἐρρωμένοι καὶ σφριγῶντες, ὡς ἕνεκα γοῦν εὐεξίας ἐμποιῆσαι τοῖς ἰδοῦσι κατάπληξιν· καὶ αἱ 1 2 τοσαῦται τῶν τοσούτων ἀλκαί τε καὶ δυνάμεις εὐοπλούντων—ἔχουσι γὰρ τὰς ἐκ φύσεως παρασκευὰς αἷς ἀμύνονται—καθάπερ δοῦλοι δεσπότην κατεπτήχασι καὶ τὰ προσταττόμενα δρῶσι· ταῦροι μὲν καταζεύγνυνται πρὸς ἄροτον γῆς καὶ βαθείας αὔλακας ἀνατέμνοντες δι’ ἡμέρας, ἔστι δ’ ὅτε καὶ νυκτός, μακρὸν δόλιχον ἀποτείνουσι γεωπόνου τινὸς ἐφεστῶτος·
κριοὶ δὲ βρίθοντες βαθέσι μαλλοῖς ὑπόποκοι κατὰ τὴν ἔαρος ὥραν ὑπὸ ποιμένος κελευσθέντες ἵστανται μετ’ ἠρεμίας ἢ καὶ ἡσυχῇ κατακλινέντες ἐμπαρέχουσιν ἀποκείρασθαι τὸ ἔριον ἐθιζόμενοι καθάπερ αἱ πόλεις τὸν ἐτήσιον ἀποδιδόναι p. 21 M. δασμὸν τῷ φύσει βασιλεῖ·
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.