ὁ πατὴρ ἡγεμονικὸν φύσει ζῷον οὐκ ἔργῳ μόνον ἀλλὰ καὶ τῇ διὰ λόγου χειροτονίᾳ καθίστη τῶν ὑπὸ σελήνην ἁπάντων βασιλέα χερσαίων καὶ ἐνύδρων καὶ ἀεροπόρων· ὅσα γὰρ θνητὰ ἐν τοῖς τρισὶ στοιχείοις γῇ ὕδατι ἀέρι πάντα ὑπέταττεν αὐτῷ, τὰ κατ’ οὐρανὸν ὑπεξελόμενος ἅτε θειοτέρας μοίρας ἐπιλαχόντα. πίστις δὲ τῆς ἀρχῆς ἐναργεστάτη τὰ
φαινόμενα· θρεμμάτων ἔστιν ὅτε πλήθη μυρία πρὸς ἀνδρὸς ἑνὸς ἄγεται τοῦ τυχόντος οὔθ’ ὁπλοφοροῦντος οὔτε σίδηρον οὔτε τι τῶν ἀμυντηρίων ἐπιφερομένου, διφθέραν δ’ αὐτὸ μόνον ἔχοντος σκεπαστήριον καὶ βακτηρίαν ἕνεκα τοῦ διασημῆναί τε καὶ ἐν ταῖς ὁδοιπορίαις εἰ κάμοι στηρίσασθαι·
De Opificio Mundi. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.