Τεῦκρος
καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην
Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον·
δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα.
1225
Ἀγαμέμνων
σὲ δὴ τὰ δεινὰ ῥήματʼ ἀγγέλλουσί μοι
τλῆναι καθʼ ἡμῶν ὧδʼ ἀνοιμωκτὶ χανεῖν;
σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω,
ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο
ὑψήλʼ ἐκόμπεις κἀπʼ ἄκρων ὡδοιπόρεις,
1230
ὅτʼ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ,
κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν
ἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσω
ἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει.
ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά;
1235
ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα;
ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ;
οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε;
πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων
ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε,
1240
εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί,
κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις
εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς,
ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που
ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι.
1245
ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε
κατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου,
εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν
καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν.
ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς
1250
οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι,
ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ.
μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως
μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται.
καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον
1255
ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσει τινά·
ὃς ἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς,
θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς.
οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν
ἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον,
1260
ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά;
σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ·
τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω.
Ajax. Sophocles. ed. Francis Storr. London. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.