ἰὼ φρενῶν δυσφρόνων ἁμαρτήματα
στερεὰ θανατόεντ᾽,
ὦ κτανόντας τε καὶ
θανόντας βλέποντες ἐμφυλίους.
ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.
1265
ἰὼ παῖ, νέος νέωι ξὺν μόρωι,
αἷαῖ αἰαῖ,
ἔθανες, ἀπελύθης,
ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις.
Χορός
Antigone. Sophocles. Godesberg. 1949.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.