Ἀντιγόνη
τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ·
500
οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ.
καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον
κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
505
ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται.
Κρέων
σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Ἀντιγόνη
ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα.
Κρέων
σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς;
510
Ἀντιγόνη
οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
Κρέων
οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
Ἀντιγόνη
ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
Κρέων
πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
Ἀντιγόνη
οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς.
515
Κρέων
εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
Ἀντιγόνη
οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο.
Κρέων
πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ.
Ἀντιγόνη
ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
Κρέων
ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος.
520
Ἀντιγόνη
τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
Κρέων
οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος.
Ἀντιγόνη
οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
Κρέων
κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει
κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
525
Antigone. Sophocles. ed. Francis Storr. London. 1912.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.