τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
ἀρεστὸν οὐδέν, μηδ᾽ ἀρεσθείη ποτέ,
500
οὕτω δὲ καὶ σοὶ τἄμ᾽ ἀφανδάνοντ᾽ ἔφυ.
καίτοι πόθεν κλέος γ᾽ ἂν εὐκλεέστερον
κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
λέγοιτ᾽ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος.
505
ἀλλ᾽ ἡ τυραννὶς πολλά τ᾽ ἄλλ᾽ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ᾽ ἃ βούλεται.
Κρέων
σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
Ἀντιγόνη
ὁρῶσι χοὗτοι· σοὶ δ᾽ ὑπίλλουσι στόμα.
Κρέων
σὺ δ᾽ οὐκ ἐπαιδῇ, τῶνδε χωρὶς εἰ φρονεῖς;
510
Ἀντιγόνη
οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
Κρέων
οὔκουν ὅμαιμος χὡ καταντίον θανών;
Ἀντιγόνη
ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
Κρέων
πῶς δῆτ᾽ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
Ἀντιγόνη
οὐ μαρτυρήσει ταῦθ᾽ ὁ κατθανὼν νέκυς.
515
Κρέων
εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
Ἀντιγόνη
οὐ γάρ τι δοῦλος, ἀλλ᾽ ἀδελφὸς ὤλετο.
Κρέων
πορθῶν δὲ τήνδε γῆν· ὃ δ᾽ ἀντιστὰς ὕπερ.
Ἀντιγόνη
ὅμως ὅ γ᾽ Ἅιδης τοὺς νόμους ἴσους ποθεῖ.
Κρέων
ἀλλ᾽ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσον.
520
Ἀντιγόνη
τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
Κρέων
οὔτοι ποθ᾽ οὑχθρός, οὐδ᾽ ὅταν θάνῃ, φίλος.
Ἀντιγόνη
οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
Κρέων
κάτω νυν ἐλθοῦσ᾽, εἰ φιλητέον, φίλει
κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
525
Χορός
Antigone. Sophocles. Oxford. 1924.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.