ἥδ᾽ ἔστ᾽ ἐκείνη τοὔργον ἡ ᾿ξειργασμένη·
τήνδ᾽ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων;
385
Χορός
ὅδ᾽ ἐκ δόμων ἄψορρος ἐς δέον περᾷ.
Κρέων
τί δ᾽ ἔστι; ποίᾳ ξύμμετρος προύβην τύχῃ;
Φύλαξ
ἄναξ, βροτοῖσιν οὐδέν ἐστ᾽ ἀπώμοτον.
ψεύδει γὰρ ἡ ᾽πίνοια τὴν γνώμην· ἐπεὶ
σχολῇ ποθ᾽ ἥξειν δεῦρ᾽ ἂν ἐξηύχουν ἐγὼ
390
ταῖς σαῖς ἀπειλαῖς, αἷς ἐχειμάσθην τότε.
ἀλλ᾽ ἡ γὰρ ἐκτὸς καὶ παρ᾽ ἐλπίδας χαρὰ
ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
ἥκω, δι' ὅρκων καίπερ ὢν ἀπώμοτος,
κόρην ἄγων τήνδ᾽, ἣ καθῃρέθη τάφον
395
κοσμοῦσα. κλῆρος ἐνθάδ᾽ οὐκ ἐπάλλετο,
ἀλλ᾽ ἔστ᾽ ἐμὸν θοὕρμαιον, οὐκ ἄλλου, τόδε.
καὶ νῦν, ἄναξ, τήνδ᾽ αὐτός, ὡς θέλεις, λαβὼν
καὶ κρῖνε κἀξέλεγχ᾽· ἐγὼ δ᾽ ἐλεύθερος
δίκαιός εἰμι τῶνδ᾽ ἀπηλλάχθαι κακῶν.
400
Κρέων
ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
Φύλαξ
αὕτη τὸν ἄνδρ᾽ ἔθαπτε· πάντ᾽ ἐπίστασαι.
Κρέων
ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φής;
Φύλαξ
ταύτην γ᾽ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
ἀπεῖπας. ἆρ᾽ ἔνδηλα καὶ σαφῆ λέγω;
405
Κρέων
καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
Φύλαξ
Antigone. Sophocles. Oxford. 1924.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.