Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
1155
οὐκ ἔσθ᾽ ὁποῖον στάντ᾽ ἂν ἀνθρώπου βίον
οὔτ᾽ αἰνέσαιμ᾽ ἂν οὔτε μεμψαίμην ποτέ.
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ᾽ ἀεί·
καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
1160
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα,
λαβών τε χώρας παντελῆ μοναρχίαν
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς
1165
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼ
ζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλῃ, μέγα
καὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων, ἐὰν δ᾽ ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς
1170
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Χορός
τί δ᾽ αὖ τόδ᾽ ἄχθος βασιλέων ἥκεις φέρων;
Ἄγγελος
τεθνᾶσιν· οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
Χορός
καὶ τίς φονεύει; τίς δ᾽ ὁ κείμενος; λέγε.
Ἄγγελος
Αἵμων ὄλωλεν· αὐτόχειρ δ᾽ αἱμάσσεται.
1175
Χορός
πότερα πατρῴας, ἢ πρὸς οἰκείας χερός;
Ἄγγελος
αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
Χορός
ὦ μάντι, τοὔπος ὡς ἄρ᾽ ὀρθὸν ἤνυσας.
Ἄγγελος
ὡς ὧδ᾽ ἐχόντων τἄλλα βουλεύειν πάρα.
Χορός
καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ
1180
δάμαρτα τὴν Κρέοντος· ἐκ δὲ δωμάτων
ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ περᾷ.
Εὐρυδίκη
Antigone. Sophocles. Oxford. 1924.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.