ἀκτὶς ἀελίου, τὸ κάλ-
100
λιστον ἑπταπύλῳ φανὲν
Θήβᾳ τῶν πρότερον φάος,
ἐφάνθης ποτ’, ὦ χρυσέας
ἁμέρας βλέφαρον, Διρκαί-
ων ὑπὲρ ῥεέθρων μολοῦσα,
105
τὸν λεύκασπιν † Ἀργόθεν
φῶτα βάντα πανσαγίᾳ
φυγάδα πρόδρομον ὀξυτέρῳ.
κινήσασα χαλινῷ·
Antigone. Sophocles. Oxford. 1924.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.