τί δ᾽, ὦ ταλαῖφρον, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼ
λύουσ᾽ ἂν εἴθ᾽ ἅπτουσα προσθείμην πλέον;
40
Ἀντιγόνη
εἰ ξυμπονήσεις καὶ ξυνεργάσηι σκόπει.
Ἰσμήνη
ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ᾽ εἶ;
Ἀντιγόνη
εἰ τὸν νεκρὸν ξὺν τῆιδε κουφιεῖς χερί.
Ἰσμήνη
ἦ γὰρ νοεῖς θάπτειν σφ᾽, ἀπόρρητον πόλει;
Ἀντιγόνη
τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέληις,
45
ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσ᾽ ἁλώσομαι.
Ἰσμήνη
ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;
Ἀντιγόνη
ἀλλ᾽ οὐδὲν αὐτῶι τῶν ἐμῶν μ᾽ εἴργειν μέτα.
Ἰσμήνη
οἴμοι· φρόνησον, ὦ κασιγνήτη, πατὴρ
ὡς νῶιν ἀπεχθὴς δυσκλεής τ᾽ ἀπώλετο,
50
πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς
ὄψεις ἀράξας αὐτὸς αὐτουργῶι χερί·
ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,
πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·
τρίτον δ᾽ ἀδελφὼ δύο μίαν καθ' ἡμέραν
55
αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον
κοινὸν κατειργάσαντ᾽ ἐπαλλήλοιν χεροῖν.
νῦν δ᾽ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει
ὅσωι κάκιστ᾽ ὀλούμεθ᾽, εἰ νόμου βίαι
ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.
60
ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾽ ὅτι
ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα,
ἔπειτα δ᾽ οὕνεκ᾽ ἀρχόμεσθ᾽ ἐκ κρεισσόνων
καὶ ταῦτ᾽ ἀκούειν κἄτι τῶνδ᾽ ἀλγίονα.
ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς
65
ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε,
τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ
περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
Ἀντιγόνη
Antigone. Sophocles. Leipzig. 1979.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.