ἀκτὶς ἀελίου, τὸ κάλ-
100
λιστον ἑπταπύλωι φανὲν
Θήβαι τῶν προτέρων φάος,
ἐφάνθης ποτ᾽, ὦ χρυσέας
ἁμέρας βλέφαρον, Διρκαί-
ων ὑπὲρ ῥεέθρων μολοῦσα,
105
τὸν λεύκασπιν † Ἀργόθεν †
φῶτα βάντα πανσαγίαι
φυγάδα πρόδρομον ὀξυτόρωι
κινήσασα χαλινῶι.
Antigone. Sophocles. Leipzig. 1979.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.