ΔΙΑΔΟΥΜ.
οὐχ ἧττον δὲ τούτου παρὰ τὴν κοινὴν ἔννοιάν ἐστι τὸ ἔννουν καὶ φρόνιμον ἄνδρα πρὸς τὰ ἴσα τῶν ἀγαθῶν μὴ ἐπίσης ἔχειν, ἀλλὰ τὰ μὲν ἐν μηδενὶ λόγῳ τίθεσθαι, τῶν δʼ ἕνεκα πᾶν ὁτιοῦν ἂν ὑπομεῖναι καὶ παθεῖν, μηδὲν ἀλλήλων μικρότητι καὶ 20 μεγέθει διαφερόντων ταὐτὸ δὲ λέγουσιν αὐτοί που τῷ τὸ σωφρόνως δυσθανατῶσαν ἀποτρίψασθαι πρεσβῦτιν· 1061a ὁμοίως γὰρ ἀμφότεροι κατορθοῦσιν. ἀλλὰ διʼ ἐκεῖνα μὲν ὡς; λαμπρὰ καὶ μεγάλα κἂν ἀποθάνοιεν ἐπὶ τούτοις δὲ σεμνύνειν ἑαυτὸν αἰσχύνη καὶ γέλως, λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ ΘεῶνDe communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.