ΔΙΑΔΟΥΜ.
νομίζω δʼ ἐγὼ κἀκεῖνο παρὰ τὴν ἔννοιαν λέγεσθαι, τὸ τὴν μὲν φύσιν αὐτὴν ἀδιάφορον εἶναι τὸ δὲ τῇ φύσει ὁμολογεῖν ἀγαθὸν μέγιστον. οὐδὲ 25 τῷ κατακολουθεῖν ἀστεῖον οὐδὲ τῷ πείθεσθαι σπουδαῖον, εἰ σπουδαῖος εἴη καὶ ἀστεῖος ὁ νόμος καὶ ὁ λόγος καὶ τοῦτο μὲν ἔλαττον 1060e εἰ δέ, ὡς Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν, ἐν τῷ κατʼ ἀρετὴν βιοῦν μόνον ἐστὶ τὸ εὐδαιμόνως, τῶν ἄλλων, φησίν, οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδʼ εἰς τοῦτο συνεργούντων οὐ μόνον 5 οὔκ ἐστιν ἀδιάφορος ἡ φύσις, ἀλλʼ ἀνόητος καὶ ἀπόπληκτος, οἰκειοῦσα ἡμᾶς πρὸς τὰ μηδὲν πρὸς ἡμᾶς· ἀνόητοι δὲ καὶ ἡμεῖς εὐδαιμονίαν ἡγούμενοι τὸ τῇ φύσει ὁμολογεῖν ἀγούσῃ πρὸς τὰ μηδὲν συνεργοῦντα πρὸς εὐδαιμονίαν. καίτοι τί μᾶλλόν ἐστι 10 κατὰ τὴν κοινὴν ἔννοιαν ἢ καθάπερ τὰ αἱρετὰ πρὸς τὸ ὠφελίμως, οὕτω τὰ κατὰ φύσιν πρὸς τὸ ζῆν κατὰ φύσιν; οἱ δʼ οὐχ οὕτω λέγουσιν, ἀλλὰ τὸ ζῆν 1060f κατὰ φύσιν τέλος εἶναι τιθέμενοι τὰ κατὰ φύσιν ἀδιάφορα εἶναι νομίζουσιν.De communibus notitiis adversus Stoicos. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1895.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.