ΑΥΤΟΒΟΥΛΟΣ.
5 771d ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον, τῶν Θεσπιῶν 1 ἐγγὺς οὖσιν· ὀφθῆναι δὲ προσιόντα θᾶττον ἢ βάδην πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη· τοῦ δὲ Σωκλάρου πρὸς αὐτὸν ἔτι πόρρωθεν εἰπόντος 2 οὐ 10 πόλεμὸν γʼ ὦ Διόγενες, ἀπαγγέλλων, 3 ἐκεῖνον οὐκ εὐφημήσετε φάναι γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης; πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαι 4 , εἰ ἔτι χαλεπός ἐστι. πρῶτος μὲν οὖν ἔφη 5 συνεχώρησε 6 15 τῇ Ἰσμηνοδώρᾳ· καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν 771e ἱμάτιον λαβὼν 7 οἷός ἐστιν ἡγεῖσθαι διʼ ἀγορᾶς πρὸς τὸν θεόν. ἀλλʼ ἴωμεν, ναὶ μὰ Δία τὸν πατέρα εἰπεῖν ἴωμεν, ὅπως ἐπεγγελάσωμεν τἀνδρὶ 8 καὶ τὸν θεὸν προσκυνήσωμεν· δῆλος γάρ ἐστι χαίρων 20 καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.Amatorius. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1892.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.