ΑΥΤΟΒΟΥΛΟΣ.
764a εἰπόντος δὲ ταῦτα τοῦ πατρός, ὁ Σώκλαρος ὁρᾷς εἶπεν ὅτι δεύτερον ἤδη τοῖς αὐτοῖς περιπεσὼν, οὐκ οἶδʼ ὅπως βίᾳ σαυτὸν 1 ἀπάγεις 2 καὶ ἀποστρέφεις, οὐ δικαίως χρεωκοπῶν, εἴ γε δεῖ τὸ φαινόμενον εἰπεῖν, ἱερὸν ὄντα τὸν λόγον; καὶ γὰρ 5 ἄρτι τοῦ Πλάτωνος ἅμα καὶ τῶν Αἰγυπτίων ὥσπερ ἄκων ἁψάμενος παρῆλθες καὶ νῦν ταὐτὰ ποιεῖς. τὰ μὲν οὖν ἀριζήλως εἰρημένα 3 Πλάτωνι, μᾶλλον δὲ ταῖς θεαῖς ταύταις διὰ Πλάτωνος, ὦγαθέ μηδʼ ἂν κελεύωμεν εἴπῃς· 4 ᾗ δʼ ὑπῃνίξω τὸν Αἰγυπτίων 10 μῦθον εἰς ταὐτὰ 5 τοῖς Πλατωνικοῖς συμφέρεσθαι 764b περὶ Ἔρωτος, οὐκ ἔστι 6 σοι μὴ διακαλύψαι μηδὲ διαφῆναι πρὸς ἡμᾶς ἀγαπήσομεν δέ, κἂν μικρὰ περὶ μεγάλων ἀκούσωμεν δεομένων δὲ καὶ τῶν ἄλλων ἔφη ὁ πατὴρ ὡς Αἰγύπτιοι δύο μὲν Ἕλλησι 15 παραπλησίως Ἔρωτας, τόν τε πάνδημον καὶ τὸν οὐράνιον, ἴσασι, τρίτον δὲ νομίζουσιν Ἔρωτα τὸν ἣλιον, Ἀφροδίτην 7 ἔχουσι 8 μάλα σεβάσμιον. ἡμεῖς δὲ πολλὴν μὲν Ἔρωτος ὁμοιότητα πρὸς τὸν ἥλιον, οὐδεμίαν δʼ Ἀφροδίτης πρὸς 9 τὴν γῆν ὁρῶμεν οὖσαν· πῦρ μὲν γὰρ οὐδέτερόν ἐστιν ὥσπερ οἴονταί τινες, αὐγὴ 10 καὶ θερμότης γλυκεῖα καὶ γόνιμος, καὶ ἡ 11 μὲν ἀπʼ ἐκείνου φερομένη σώματι παρέχει τροφὴν 5 καὶ φῶς καὶ αὔξησιν, ἡ δʼ ἀπὸ τούτου ψυχαῖς. ὡς 764c δʼ ἥλιος ἐκ νεφῶν καὶ μεθʼ ὀμίχλην 12 θερμότερος, οὕτως Ἔρως μετʼ ὀργῆς καὶ ζηλοτυπίας ἐρωμένου διαλλαγέντος ἡδίων καὶ δριμύτερος· ἔτι 13 δʼ ὥσπερ ἣλιον ἅπτεσθαι καὶ σβέννυσθαι δοκοῦσιν ἔνιοι 14 , 10 ταὐτὰ καὶ περὶ Ἔρωτος ὡς θνητοῦ καὶ ἀβεβαίου διανοοῦνται. καὶ μὴν οὔτε σώματος ἀγύμναστος ἕξις ἥλιον, οὔτʼ Ἔρωτα δύναται φέρειν ἀλύπως τρόπος ἀπαιδεύτου ψυχῆς· ἐξίσταται δʼ ὁμοίως ἑκάτερον καὶ νοσεῖ, τὴν τοῦ θεοῦ δύναμιν οὐ τὴν 15 αὑτοῦ μεμφόμενον ἀσθένειαν. πλὴν ἐκείνῃ γε δόξειεν ἂν διαφέρειν, ᾗ δείκνυσιν ἥλιος μὲν ἐπὶ γῆς τὰ καλὰ καὶ τὰ αἰσχρὰ τοῖς ὁρῶσιν Ἔρως δὲ μόνων 764d τῶν καλῶν φέγγος ἐστὶ καὶ πρὸς ταῦτα μόνα τοὺς ἐρῶντας ἀναπείθει βλέπειν καὶ στρέφεσθαι, 20 τῶν δʼ ἄλλων πάντων ὑπερορᾶν. γῆν δὲ κατʼ οὐδέν, σελήνην δʼ 15 Ἀφροδίτην καλοῦντες ἅπτονταί τινος ὁμοιότητος· καὶ γὰρ θεία 16 καὶ οὐρανία καὶ μίξεως χώρα τοῦ ἀθανάτου πρὸς τὸ θνητόν, ἀδρανὴς δὲ καθʼ ἑαυτὴν καὶ σκοτώδης ἡλίου μὴ προσλάμποντος, 5 ὥσπερ Ἀφροδίτη μὴ παρόντος Ἔρωτος. ἐοικέναι μὲν οὖν Ἀφροδίτη σελήνην ἥλιον δὲ Ἔρωτι τῶν ἄλλων θεῶν μᾶλλον εἰκός ἐστιν, οὐ μὴν εἶναὶ γε παντάπασι τοὺς αὐτούς οὐ γὰρ ψυχῇ σῶμα ταὐτὸν 764e ἀλλʼ ἕτερον, ὥσπερ ἣλιον μὲν ὁρατὸν Ἔρωτα 10 δὲ νοητόν. εἰ δὲ μὴ δόξει πικρότερον λέγεσθαι, καὶ τἀναντία φαίη τις ἂν ἥλιον Ἔρωτι ποιεῖν· ἀποστρέφει γὰρ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ τὴν διάνοιαν, χάριτι καὶ λαμπρότητι τῆς ὄψεως γοητεύων καὶ ἀναπείθων ἐν ἑαυτῷ καὶ περὶ αὑτὸν αἰτεῖσθαι 17 15 τὰ τʼ ἄλλα καὶ τὴν ἀλήθειαν, ἑτέρωθι δὲ μηδέν· ὡς Εὐριπίδης φησὶ 20Amatorius. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1892.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.