[10] τοιαύτην ὁ πλοῦτος εὐδαιμονίαν ἔχει θεατῶν
25
δεομένην καὶ μαρτύρων, οἷς δεῖ πᾶσιν ἐμπομπεύειν αὐτόν, ἢ· τὸ μηδέν ἐστιν. ἀλλʼ οὐχ ὅμοιόν
γε τὸ σωφρονεῖν τὸ φιλοσοφεῖν τὸ γιγνώσκειν ἃ δεῖ περὶ θεῶν· ἀλλὰ κἂν λανθάνῃ πάντας ἀνθρώπους,
528a
ἴδιον σέλας ἔχει καὶ φέγγος ἐν τῇ ψυχῇ μέγα καὶ χαρὰν ποιεῖ σύνοικον αὐτῇ ἐν ἑαυτῇ
1
ἀντιλαμβανομένῃ
2
5
τἀγαθοῦ, ἂν τʼ εἰδῇ τις ἄν τε λανθάνῃ καὶ θεοὺς καὶ ἀνθρώπους ἅπαντας. τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων τε κάλλος γεωμετρικῶν ἀστρολογικῶν οἷς πάντα τὰ
3
τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια· καὶ θεάματα κορασιώδη παραβαλεῖν
4
10
ἄξιον, ἃ
5
μηδενὸς ὁρῶντος μηδὲ προσβλέποντος ὄντως τυφλὸς γίγνεται καὶ ἀφεγγὴς ὁ πλοῦτος; μόνος γὰρ ὁ πλούσιος δειπνῶν μετὰ τῆς γυναικὸς ἢ
528b
τῶν συνήθων οὔτε ταῖς χρυσαῖς παρέχει πράγματα τραπέζαις οὔτε τοῖς χρυσοῖς ἐκπώμασιν ἀλλὰ χρῆται
15
τοῖς προστυχοῦσι, καὶ ἡ γυνὴ ἄχρυσος καὶ ἀπόρφυρος καὶ ἀφελὴς πάρεστιν· ὅταν δὲ σύνδειπνον, τουτέστι πομπὴ καὶ θέατρον, συγκροτῆται καὶ δρᾶμα πλουσιακὸν εἰσάγηται,
νηῶν δʼ ἔκφερε λέβητάς τε τρίποδάς τε·
6
τῶν τε λύχνων ἀντέχονται καὶ περισπῶνται
20
περὶ τὰς κύλικας, ἀλλάσσουσι τοὺς οἰνοχόους, μεταμφιεννύουσι πάντα, πάντα
7
κινοῦσι, χρυσόν, ἄργυρον, λιθοκόλλητα, ἁπλῶς πλουτεῖν ὁμολογοῦντες. ἀλλὰ σωφροσύνης γε, κἂν μόνος δειπνῇ, δεῖται κἂν δικαιοσύνης.