[4] ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος φυλάξαιτʼ ἄν· μανίᾳ γὰρ ὁμότοιχος
1
503e
μὲν ἡ ὀργὴ κατʼ ἐνίους ἡ δὲ μέθη σύνοικος·
25
μᾶλλον δὲ μανία
2
τῷ μὲν χρόνῳ ἥττων, τῇ δʼ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι. τῆς δὲ
μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον
οἶνος γάρ τʼ
3
ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι,
4
καὶ θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκε.
5
καίτοι
5
τὸ δεινότατον, ᾠδὴ καὶ γέλως καὶ ὄρχησις, οὐδὲν ἄχρι τούτων.
6
503f
καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον
τοῦτʼ ἤδη δεινὸν καὶ ἐπικίνδυνον καὶ μή ποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς
10
οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν. τὸ. γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν. ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν
15
ὑπό τινος ἀδολέσχου,
καὶ τίς ἄν ἔφη
δύναιτο μωρὸς
504a
ὢν ἐν οἴνῳ σιωπᾶν; Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους· χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς
20
ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι
περὶ σοῦ δὲ τί χρὴ λέγειν ἔφασαν
ὦ Ζήνων τῷ βασιλεῖ; κἀκεῖνος
ἄλλο μηθέν εἶπεν
ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος.
25
οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον,
504b
ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον,
διὰ τοῦτο καὶ πολύφωνον. οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον· οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν· ἀλλʼ ἡ μωρολογία μέθην ποιεῖ
5
τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ παρʼ οἶνον, ὁ δʼ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ μεθʼ ἡμέραν νύκτωρ· ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος.
10
ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦσιν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις. ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ
504c
τὸν Αἴαντα τραχυνόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτʼ εἴρηκεν
οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις·
7
15
πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι.