ΦΟΥΝΔ.
ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας 1 ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες 15 ἐν τοῖς εἵλωσι τὸ μεθύειν οἷόν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις. καὶ πρῶτον μέν, ᾗ φησιν Ἱπποκράτης χαλεπωτάτην εἶναι νόσον ἐν 455f ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπʼ ὀργῆς ἐξισταμένους μάλιστα 20 καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα φωνήν, οἷον εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ πάνυ δυσχεραίνων, εἰ φοβερὸς; οὕτω καὶ παρακεκινηκὼς; ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ 25 καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς· ὥσπερ ἑτέροις 2 τῶν συνήθων ἐνετύγχανον, οὐκ ἦθος οὐ μορφὴν οὐ λόγου χάριν οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ 456a δυναμένοις ὑπʼ ὀργῆς διαφυλάττειν. Γαΐῳ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, 5 ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην 3 ἐπʼ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι· καὶ τοῦτʼ ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ 10 τῶν βουκόλων ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος ἐμοὶ δʼ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, 15 οὐκ ἂν ἠχθόμην αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς 456b ἔσοπτρον, ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπʼ οὐδενὶ χρησίμῳ. τὸ δʼ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους. καὶ γὰρ καὶ τὴν, Ἀθηνᾶν 20 λέγουσιν οἱ 5 παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ 6 σατύρου νουθετεῖσθαι καὶ μὴ προσέχειν· θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ 25 τινι δυσχερᾶναι καὶ προέσθαι τοὺς αὐλούς· καίτοι παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν εὐμέλειαν. καὶ ὁ Μαρσύας, ὡς ἔοικε, φορβειᾷ τινι καὶ 456c περιστομίοις τοῦ 9 πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν 5 ἀνωμαλίαν, ἡ δʼ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς, ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ 10 φωνὴνDe cohibenda ira. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1891.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.