ΦΟΥΝΔ.
ἔστι γάρ τις, ὦ ἑταῖρε, πρώτη καθάπερ τυράννου 5 κατάλυσις τοῦ θυμοῦ, μὴ πείθεσθαι μηδʼ ὑπακούειν προστάττοντος αὐτοῦ μέγα βοᾶν καὶ δεινὸν βλέπειν καὶ κόπτειν ἑαυτόν, ἀλλʼ ἡσυχάζειν καὶ μὴ συνεπιτείνειν ὥσπερ νόσημα ῥιπτασμῷ καὶ διαβοήσει τὸ πάθος. αἱ μὲν γὰρ ἐρωτικαὶ πράξεις, οἷον 10 455c ἐπικωμάσαι καὶ ᾆσαι καὶ στεφανῶσαι θύραν, ἔχουσιν ἁμωσγέπως κουφισμὸν οὐκ ἄχαριν οὐδʼ ἄμουσον αἵ τε τοῖς πενθοῦσιν ἐφέσεις τοῦ ἀποκλαῦσαι καὶ 15 ἀποδύρασθαι πολύ τι τῆς λύπης ἅμα τῷ δακρύῳ συνεξάγουσιν· ὁ δὲ θυμὸς ἐκριπίζεται μᾶλλον οἷς πράττουσι καὶ λέγουσιν οἱ ἐν αὐτῷ καθεστῶτες. ἀτρεμεῖν οὖν κράτιστον ἢ φεύγειν καὶ ἀποκρύπτειν. καὶ καθορμίζειν ἑαυτὸν 2 εἰς ἡσυχίαν, ὥσπερ ἐπιληψίας 20 ἀρχομένης συναισθανομένους, ἵνα μὴ πέσωμεν 455d μᾶλλον δʼ ἐπιπέσωμεν· ἐπιπίπτομεν δέ γε τοῖς φίλοις μάλιστά τε καὶ πλειστάκις. οὐ γὰρ πάντων ἐρῶμεν οὐδὲ πᾶσι φθονοῦμεν οὐδὲ πάντας φοβούμεθα, θυμῷ δʼ ἄθικτον οὐδὲν οὐδʼ ἀνεπιχείρητον 25 ἀλλʼ ὀργιζόμεθα καὶ πολεμίοις καὶ φίλοις καὶ τέκνοις καὶ γονεῦσι καὶ θεοῖς νὴ Δία καὶ θηρίοις καὶ ἀψύχοις σκεύεσιν, ὡς ὁ Θάμυρις καὶ ὁ Πάνδαρος αὑτῷ καταρώμενος, εἰ μὴ τὰ τόξα καταπρήσειε χερσὶ διακλάσσας. 5 ὁ δὲ Ξέρξης καὶ τῇ 5 θαλάττῃ στίγματα καὶ πληγὰς ἐνέβαλλε καὶ πρὸς τὸ 455e ὄρος ἐξέπεμπεν ἐπιστολὰς Ἄθω δαιμόνιε οὐρανόμηκες, 6 μὴ ποιεῖν ἐν ἐμοῖς ἔργοις λίθους μεγάλους καὶ δυσκατεργάστους· εἰ δὲ μὴ, τεμὼν ῥίψω σʼ εἰς θάλασσαν πολλὰ γάρ ἐστι τοῦ θυμοῦ φοβερά, 10 πολλὰ δὲ καὶ γελοῖα· διὸ καὶ μισεῖται καὶ καταφρονεῖται μάλιστα τῶν παθῶν. ἀμφότερα δʼ ἐσκέφθαι χρήσιμον.De cohibenda ira. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1891.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.