ΦΟΥΝΔ.
οὐ μὴν ἀλλʼ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπʼ ὀργῆς, τὸ ἄγαν ἀφαιρετέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ τῶν συνόντων. αὕτη γὰρ αὔξει 25 μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς 1 ἀναφανῇ μοχθηρὸς ἢ φιλεῖν δόξας ἐν 463c διαφορᾷ τινι καὶ μέμψει γένηται. τὸ δʼ ἐμὸν ἦθος οἶσθα δήπουθεν ἡλίκαις ῥοπαῖς φέρεται πρὸς εὔνοιαν ἀνθρώπων καὶ πίστιν· ὥσπερ οὖν οἱ κατὰ κενοῦ βαίνοντες, ὅσῳ 2 μᾶλλον ἐπερείδω τῷ φιλεῖν ἐμαυτόν, 5 ἁμαρτάνω μᾶλλον καὶ σφαλλόμενος ἀνιῶμαι· καὶ τοῦ μὲν φιλεῖν ἀπαρύσαι τὸ ἐμπαθὲς ἄγαν καὶ πρόθυμον οὐκ ἂν ἔτι δυνηθείην τοῦ δὲ πιστεύειν σφόδρα χρησαίμην ἂν ἴσως χαλινῷ τῇ Πλάτωνος; 3 εὐλαβείᾳ. καὶ γὰρ Ἑλίκωνα τὸν μαθηματικὸν οὕτως ἐπαινεῖν 10 463d φησιν, ὡς φύσει εὐμετάβολον ζῷον, καὶ τοὺς τεθραμμένους ἐν τῇ πόλει· καλῶς δεδιέναι, μὴ ἄνθρωποι καὶ σπέρματα ἀνθρώπων ὄντες ἐκφήνωσί που τῆς φύσεως τὴν ἀσθένειαν. ὁ δὲ Σοφοκλῆς 4 λέγων ὅτιDe cohibenda ira. Plutarch. ed. Grēgorios N. Vernardakēs. Leipzig. 1891.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The National Endowment for the Humanities.